Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.144 Joseph. AJ 8.149 (English) >>Joseph. AJ 8.153

8.147 ἐπέτασσε Σολόμων Ἱεροσολύμων βασιλεύς.” μνημονεύει δὲ καὶ Δῖος λέγων οὕτως· “Ἀβιβάλου τελευτήσαντος υἱὸς αὐτοῦ Εἴρωμος ἐβασίλευσεν. οὗτος τὰ πρὸς ἀνατολὰς μέρη τῆς πόλεως προσέχωσε καὶ μεῖζον τὸ ἄστυ ἐποίησε καὶ τοῦ Ὀλυμπίου Διὸς τὸ ἱερὸν καθʼ ἑαυτὸ ὂν ἐγχώσας τὸν μεταξὺ τόπον συνῆψε τῇ πόλει καὶ χρυσοῖς ἀναθήμασιν ἐκόσμησεν· ἀναβὰς δὲ εἰς τὸν Λίβανον ὑλοτόμησε πρὸς τὴν τῶν ἱερῶν κατασκευήν. 8.148τὸν δὲ τυραννοῦντα Ἱεροσολύμων Σολόμωνα πέμψαι φησὶ πρὸς Εἴρωμον αἰνίγματα καὶ παρʼ αὐτοῦ λαβεῖν ἀξιοῦντα, τὸν δὲ μὴ δυνηθέντα διακρῖναι τῷ λύσαντι χρήματα ἀποτίνειν. 8.149ὁμολογήσαντα δὲ τὸν Εἴρωμον καὶ μὴ δυνηθέντα λῦσαι τὰ αἰνίγματα πολλὰ τῶν χρημάτων εἰς τὸ ἐπιζήμιον ἀναλῶσαι· εἶτα δὲ Ἀβδήμονά τινα Τύριον ἄνδρα τὰ προτεθέντα λῦσαι καὶ αὐτὸν ἄλλα προβαλεῖν, μὴ λύσαντα τὸν Σολόμωνα πολλὰ τῷ Εἰρώμῳ προσαποτῖσαι χρήματα.” καὶ Δῖος μὲν οὕτως εἴρηκεν. 8.150

Ἐπεὶ δʼ ἑώρα τὰ τῶν Ἱεροσολύμων τείχη βασιλεὺς πύργων πρὸς ἀσφάλειαν δεόμενα καὶ τῆς ἄλλης ὀχυρότητος, πρὸς γὰρ τἀξίωμα τῆς πόλεως ἡγεῖτο δεῖν καὶ τοὺς περιβόλους εἶναι, ταῦτά τε προσεπεσκεύαζε καὶ πύργοις αὐτὰ μεγάλοις προσεξῇρεν. 8.151ᾠκοδόμησε δὲ καὶ πόλεις ταῖς βαρυτάταις ἐναρίθμους Ἄσωρόν τε καὶ Μαγέδω, τὴν τρίτην δὲ Γάζαρα, ἣν τῆς Παλαιστίνων χώρας ὑπάρχουσαν Φαραώνης τῶν Αἰγυπτίων βασιλεὺς στρατευσάμενος καὶ πολιορκήσας αἱρεῖ κατὰ κράτος· ἀποκτείνας δὲ πάντας τοὺς ἐνοικοῦντας αὐτὴν κατέσκαψεν, εἶτα δωρεὰν ἔδωκεν τῇ θυγατρὶ Σολόμωνι γεγαμημένῃ.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.144 Joseph. AJ 8.149 (English) >>Joseph. AJ 8.153

Powered by PhiloLogic